Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.35 Dem. 39.38 (English) >>Dem. 39.41

39.37λοιπὸν ἡγοῦμαι τοῦθʼ ὑμῖν ἐπιδεῖξαι, ἄνδρες Ἀθηναῖοι, ὡς οὐ μόνον εὐορκήσετε, ἂν ἁγὼ λέγω ψηφίσησθε, ἀλλὰ καὶ ὡς οὗτος αὐτὸς αὑτοῦ κατέγνω Βοιωτόν, ἀλλʼ οὐ Μαντίθεον ὄνομα δικαίως ἂν ἔχειν. λαχόντος γὰρ ἐμοῦ τὴν δίκην ταύτην Βοιωτῷ Μαντίου Θορικίῳ, ἐξ ἀρχῆς τʼ ἠντεδίκει καὶ ὑπώμνυθʼ ὡς ὢν Βοιωτός, καὶ τὸ τελευταῖον, ἐπεὶ οὐκέτʼ ἐνῆν αὐτῷ διακρούσασθαι, ἐρήμην ἐάσας καταδιαιτῆσαι, σκέψασθε πρὸς θεῶν τί ἐποίησεν· 39.38ἀντιλαγχάνει μοι τὴν μὴ οὖσαν Βοιωτὸν αὑτὸν προσαγορεύσας. καίτοι ἐξ ἀρχῆς τʼ ἔδει ἐᾶν αὐτὸν τελέσασθαι τὴν δίκην κατὰ Βοιωτοῦ, εἴπερ μηδὲν προσῆκεν αὐτῷ τοὐνόματος, ὕστερόν τε μὴ αὐτὸν φαίνεσθαι ἐπὶ τῷ ὀνόματι τούτῳ ἀντιλαγχάνοντα τὴν μὴ οὖσαν. ὃς οὖν αὐτὸς αὑτοῦ κατέγνω δικαίως <ἂν> εἶναι Βοιωτός, τί ὑμᾶς ἀξιώσει τοὺς ὀμωμοκότας ψηφίζεσθαι; ὡς δὲ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι τὴν ἀντίληξιν καὶ τὸ ἔγκλημα τουτί.Ἀντίληξις Ἔγκλημα

39.39εἰ μὲν τοίνυν οὗτος ἔχει δεῖξαι νόμον ὃς ποιεῖ κυρίους εἶναι τοὺς παῖδας τοῦ ἑαυτῶν ὀνόματος, λέγει νῦν οὗτος ὀρθῶς ἂν ψηφίζοισθε. εἰ δʼ μὲν νόμος, ὃν πάντες ἐπίστασθʼ ὁμοίως ἐμοί, τοὺς γονέας ποιεῖ κυρίους οὐ μόνον θέσθαι τοὔνομʼ ἐξ ἀρχῆς, ἀλλὰ κἂν πάλιν ἐξαλεῖψαι βούλωνται καὶ ἀποκηρῦξαι, ἐπέδειξα δʼ ἐγὼ τὸν πατέρα, ὃς κύριος ἦν ἐκ τοῦ νόμου, τούτῳ μὲν Βοιωτόν, ἐμοὶ δὲ Μαντίθεον θέμενον, πῶς ὑμῖν ἔστιν ἄλλο τι πλὴν ἁγὼ λέγω ψηφίσασθαι;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.35 Dem. 39.38 (English) >>Dem. 39.41

Powered by PhiloLogic